Let's Read Greek Stories 2-27

Lazarus the Slave: 2-7
Abraham: 9-13
Moses: 14, 19-20
Joseph: 15-18
Joshua: 21
Gideon: 22
Samuel: 23-25
David: 26

 

Lesson 2
GREETINGS

1. Πέτρος βλέπει Μᾶρκον καὶ Μᾶρκος βλέπει Πέτρον.
2. χαῖρε, Μᾶρκε, λέγει Πέτρος.
3. χαῖρε, Πέτρε, λέγει ὁ ἄνθρωπος Μᾶρκος.
4. Μᾶρκε, ἔχεις ἄρτον; λέγει Πέτρος.
5. οὐκ ἔχω ἄρτον, Πέτρε, λέγει Μᾶρκος.
6. ὁ ἄνθρωπος Μᾶρκος ἔχει ἀδελφὸν Νικόδημον καὶ ἀδελφὸν Φίλιππον. Πέτρος καὶ Μᾶρκος βλέπουσι Νικόδημον καὶ Φίλιππον καὶ λέγουσι.
7. Νικόδημε καὶ Φίλιππε, ἔχετε ἄρτον; λέγει Πέτρος.
8. οὐκ ἔχομεν ἄρτον· ἔχομεν καρπόν, λέγουσι Νικόδημος καὶ Φίλιππος.
9. Φίλιππος καὶ Νικόδημος οὐκ ἔχουσι ἄρτον, Μᾶρκε, λέγει Πέτρος. Φέρε τὸν ἄρτον.
10. ἐσθίετε τὸν ἄρτον, Φίλιππε καὶ Νικόδημε, λέγουσι Πέτρος καὶ Μᾶρκος.
11. φερέτω Πέτρος καὶ τὸν καρπόν, λέγει Μᾶρκος. Φίλιππος καὶ Νικόδημος ἐσθιέτωσαν τὸν καρπόν..

Lesson 3
DINNER TIME TROUBLES
1. ἔχομεν δεῖπνον ἐν τῷ κήπῳ, Φίλιππε καὶ Μᾶρκε; λέγει τὸ τέκνον Νικοδήμου. Νικόδημος γὰρ τέκνον ἔχει.
2. Φίλιππος πέμπει τὸν δοῦλον ἀπὸ τοῦ κήπου εἰς τὸν οἶκον.
3. δοῦλε, Φίλιππος λέγει, φέρε τὸν ἄρτον Πέτρου καὶ τὸν οἶνον Μάρκου ἐκ τοῦ οἴκου.
4. ἐσθίεις καὶ τὸ αῤνίον; λέγει ὁ δοῦλος Φιλίππῳ.
5. φέρε τὸ αῤνίον εἰς τὸν κῆπον. ἐσθίομεν γὰρ αῤνίον, δοῦλε, λέγει Φίλιππος.
6. ἐκ τοῦ οἴκου Φιλίππου φέρει ὁ δοῦλος τὸν ἄρτον καὶ τὸν οἶνον καὶ τὸ αῤνίον τοῖς τέκνοις καὶ τοῖς ἀνθρώποις.
7. δοῦλε, φέρεις δεῖπνον καλόν, λέγει Νικόδημος. Φίλιππε, ἔχεις δοῦλον καλόν.
8. ἀλλὰ οὐκ ἰσχύουσι ἐσθίειν καὶ πίνειν τὰ τέκνα καὶ οἱ ἄνθρωποι ὅτι πυρετοὺς κακοὺς ἔχουσι.
9. Φιλίππῳ δουλεύει Λάζαρος. καὶ θεραπεύειν πυρετοὺς ἰσχύει ὁ δοῦλος Λάζαρος. τοὺς κακοὺς πυρετοὺς τῶν ἀνθρώπων καὶ τῶν τέκνων θεραπεύσει.
10. λέγει Φίλιππος τῷ καλῷ δούλῳ Λαζάρῳ, Λάζαρε, ὅτι θεραπεύσεις τοὺς πυρετοὺς, ἀπολύσω τὸν καλὸν δοῦλον. οὐ δουλεύσεις Φιλίππῳ.

Lesson 4
TABLE TALK

1. σὺν τοῖς ἰδίοις ἀδελφοῖς, Πέτρῳ καὶ Φιλίππῳ, ἐσθίει ἄρτον καὶ καρπὸν Μαρία. περὶ τοῦ ἐλευθέρου Λαζάρου λέγουσι.
2. Πέτρος· οὐκέτι δουλεύσει Φιλίππῳ ὁ ἐλεύθερος Λάζαρος.
3. Μαρία· πάντοτε τοὺς πυρετοὺς τῶν τέκνων θεραπεύει.
4. Φίλιππος· ναί. δικαίαν γὰρ καρδίαν ἔχει Λάζαρος.
5. Πέτρος· ἀλλὰ ἐπιθυμίαν δωρεῶν ἔχει ὅτι οὐκέτι ἐν τῷ οἴκῳ Πέτρου καὶ Φιλίππου σὺν τοῖς δούλοις ἐσθίει.
6. Μαρία· Νικόδημος καὶ Μᾶρκος Λαζάρῳ δωρεὰς πέμπουσι.
7. Φίλιππος· ναί. δικαίας καρδίας ἔχουσι πάντοτε οἱ ἀδελφοί.
8. Πέτρος· παρρησίαν νῦν ἔχει ὁ μακάριος Λάζαρος. παρρησίᾳ λέγειν ἰσχύει.
9. Μαρία· θέλω νῦν τὸν μακάριον καὶ ἐλεύθερον Λάζαρον, ἀδελφοί, εἰς τὸν ἴδιον οἶκον φέρειν.
10. Πέτρος καὶ Φίλιππος· ἔχομεν ἐν ταῖς ἰδίαις καρδίαις καὶ ἐπιθυμίαν λέγειν σὺν Λαζάρῳ. ἰσχύσεις βλέπειν Λάζαρον. ἰσχύσομεν φέρειν τὸν ἐλεύθερον Λάζαρον καὶ λέγειν παρρησίᾳ περὶ τῶν δωρεῶν.

Lesson 5
FOR OLD TIMES’ SAKE

1. ἐν χρόνῳ μικρῷ πέμπει ἀπὸ τοῦ οἴκου Φιλίππου εἰς τὸν οἶκον Λαζάρου ἄγγελον Πέτρος.
2. χαῖρε, Λάζαρε, λέγει ὁ ἄγγελος.
3. χαῖρε, ἄγγελε, λέγει Λάζαρος.
4. μνημονεύουσι Μαρία καὶ Πέτρος καὶ Φίλιππος, λέγει ὁ ἄγγελος, τὸν χρόνον ὅτε ἦς μικρὸς δοῦλος. τότε ἦτε ὁμοῦ πάντοτε, Μαρία καὶ Πέτρος καὶ Φίλιππος καὶ Λάζαρος. θέλουσι βλέπειν πάλιν Λάζαρον ἐν τῷ οἴκῳ Φιλίππου καὶ πάλιν ἐσθίειν σύν Λαζάρῳ καὶ λέγειν περὶ τῶν χρόνων ὅτε ἦσαν τέκνα ἐλεύθερα καὶ ὅτε ἦς μικρὸς δοῦλος.
5. τότε Λάζαρος ἐμνημόνευε τοῦ χρόνου ὅτε ἦν μικρὸς δοῦλος ἐν τῷ οἴκῳ Φιλίππου.
6. λέγε Μαρίᾳ καὶ Πέτρῳ καὶ Φιλίππῳ, ἔλεγε Λάζαρος, μνημονεύω ὅτε ἤμην μικρὸς δοῦλος, ὅτε ἠσθίομεν ὁμοῦ, ὅτε ἐλέγετε παρρησίᾳ, ἀλλὰ ὅτε οὐκ ἴσχυον λέγειν παρρησίᾳ.
7. αῤνίον μικρὸν εἶχε Μαρία, ἔλεγε Λάζαρος. καὶ ἤμην μακάριον τέκνον ἐν τοῖς χρόνοις ὅτε τὸ αῤνίον Μαρίας ἤσθιε σὺν Πέτρῳ καὶ Φιλίππῳ καὶ Λαζάρῳ. πιστεύω ὅτι μνημονεύει Μαρία τοῦ αῤνίου, καὶ θέλω λέγειν παρρησίᾳ σὺν Μαρίᾳ καὶ τοῖς ἀδελφοῖς Μαρίας περὶ τῶν μακαρίων χρόνων.

Lesson 6
BACK TO SLAVERY FOR LAZARUS

1. ὅτε ἤσθιον δεῖπνον Λάζαρος καὶ Μαρία καὶ οἱ ἀδελφοὶ Μαρίας, ἀπὸ τοῦ κήπου ἀπέλυσε τὸ αῤνίον Μαρίας κακὸς δοῦλος. ἐν τῇ σκοτίᾳ τὸν δοῦλον οὐκ ἔβλεψαν, ἀλλὰ ἤκουσαν τοῦ αῤνίου.
2. ἐν τῷ οἴκῳ ἔλεγον οἱ δοῦλοι Φιλίππῳ καὶ Πέτρῳ, ἠκούσαμεν ἄνθρωπον ἐν τῷ κήπῳ.
3. ἀπέλυσας τὸ αῤνίον; ἐν τῇ σκοτίᾳ ἐλέγομεν.
4. ναί, ἀπέλυσα, ἠκούσαμεν. ἀλλὰ οὐκ ἐβλέψατε καὶ νῦν φέρω τὸ αῤνίον εἰς τὸν ἴδιον οἶκον. χαίρετε, δοῦλοι.
5. σήμερον ἐν τῷ κήπῳ ἔβλεψα ἄνθρωπον μικρόν. ἔβλεπεν τὸ αῤνίον, ἐμνημόνευσε Λάζαρος.
6. ἰσχύσω βλέψαι καὶ φέρειν πάλιν τὸ αῤνὶον Μαρίᾳ. χαίρετε, ἀδελφοί.
7. μετὰ μικρὸν χρόνον ἔβλεψε Λάζαρος τὸ αῤνίον ἐν τῷ οἴκῳ τοῦ κακοῦ κυρίου. ἀλλὰ ἤκουσεν Λάζαρον ὁ κύριος· καὶ ἔπεμψεν ἐκ τοῦ οἴκου καὶ περὶ τὸν οἶκον τοὺς ἰδίους δούλους.
8. βλέψατε καὶ φέρετε Λάζαρον εἰς τὸν οἶκον, δοῦλοι, ἔλεγεν ὁ κύριος.
9. ὅτε τὸν Λάζαρον ἔβλεψεν , ἔλεγεν ὁ κύριος, βλέψον τοὺς δούλους, Λάζαρε. νῦν γὰρ λέγω παρρησίᾳ, οὐκ ἰσχύσεις φέρειν τὸ αῤνίον πάλιν Μαρίᾳ. ἀλλὰ δουλευσάτω Λάζαρος τῷ κυρίῳ. δοῦλοι, μνημονεύετε, ἕξομεν πάντοτε Λάζαρον.

Lesson 7
AN OLD SINNER SCARED TO DIE

1. Λάζαρον ἐκ τοῦ οἴκου Ἰάκωβος ὁ κύριος ἤγαγεν καὶ ἦλθεν εἰς τὸν ἴδιον οἶκον πάλιν. τότε ἤνεγκαν οἱ δοῦλοι καρπὸν καὶ ἄρτον καὶ οἶνον Ἰακώβῳ.
2 ἐνέγκατε καὶ τὸ αῤνίον, δοῦλοι. θέλω γὰρ φαγεῖν αῤνίον, εἶπεν Ἰάκωβος.

3. ἀλλὰ εἶπαν οἱ δοῦλοι, οἱ Φιλίππου δοῦλοι ἦλθον καὶ τὸ αῤνίον ἐκ τοῦ οἴκου ἤγαγον.
4.
οὐκέτι τὸ αῤνίον ἔχω, ἀλλὰ ἕξω πάντοτε Λάζαρον, εἶπεν ὁ κακὸς κύριος. νῦν σὺν Ἰακώβῳ φαγέτωσαν καὶ πιέτωσαν οἱ δοῦλοι.
5. λαβέτω τὸν καλὸν οἶνον ὁ κύριος, εἶπαν οἱ δοῦλοι.
6. ἔπιε καὶ ἔπιον. ἔπινε καὶ ἔπινον. ὅτε ἔπινε , πυρετὸς Ἰάκωβον ἔλαβεν . κακὸς ἦν ὁ πυρετός.
7. μετὰ μικρὸν χρόνον ὁ κακὸς κύριος ἀπέθνῃσκεν . τότε ἐμνημόνευσεν ὅτι ἦν κακὸς ἄνθρωπος.
8. ἄγαγε Λάζαρον, εἶπε δούλῳ. πιστεύω γὰρ ὅτι θεραπεύσει τὸν κακὸν κύριον.
9. ὅτε ἦλθεν εἰς τὸν οἶκον, εἶπεν Λαζάρῳ ὁ κακὸς κύριος, κακὸν πυρετὸν ἔχω, ναί, κακὸν πυρετόν. ἀποθανεῖν οὐκ ἔχω ἐπιθυμίαν. Λάζαρε, θεράπευσον νῦν τὸν κύριον τὸν κακὸν· καὶ οὐκέτι ἀκούσεις, σήμερον κακὸς ἦν Ἰάκωβος.
10. πιστεύω ὅτι λέγεις τὴν ἀλήθειαν, εἶπε Λάζαρος.
ἐθεράπευσε τὸν πυρετὸν, καὶ Λάζαρον ὁ κύριος ἀπέλυσε καὶ ἔπεμψε δωρεὰς καλὰς εἰς τὸν οἶκον Λαζάρου.

Lesson 8
MEMORIES

1. Λάζαρος ὁ δοῦλος ὁ καλὸς μακάριος ἦν.
2. ἐμνημόνευεν καὶ τὰ καλὰ καὶ τὰ κακὰ καὶ ἔλεγεν πάντοτε Μαρίᾳ καὶ τοῖς ἀδελφοῖς περὶ τῶν χρόνων ὅτε ἦσαν τέκνα ὁμοῦ.
3. ἐθεράπευσεν ὁ καλὸς τοὺς τῆς Μαρίας ἀδελφοὺς καὶ τὰ τέκνα Πέτρου καὶ Φιλίππου. καὶ νῦν τὸν δοῦλον τὸν καλὸν ἀπέλυσε Φίλιππος.
4. καλοὶ οἱ ἀδελφοὶ τῆς Μαρίας, πάντοτε ἔλεγε Λάζαρος τοῖς καλοῖς τοῦ τόπου. οἱ γὰρ ἀδελφοὶ καὶ οἱ ἐλεύθεροι τοῦ τόπου ἦλθον καὶ ἔλαβον τὸ αῤνίον τὸ μικρὸν καὶ ἤγαγον πάλιν Μαρίᾳ.
5. τὸ αῤνίον τὸ μικρὸν νῦν ἀπέθανεν . καὶ οὐκέτι ἔσχε ἡ Μαρία τὸ καλὸν τὸ ἴδιον τὸ μικρόν.
6. νῦν οὐκέτι ἤκουον οἱ καλοὶ περὶ τοῦ κακοῦ κυρίου· καὶ νῦν ὁ Λάζαρος ἴσχυε φαγεῖν καὶ πιεῖν τὰ καλὰ σὺν τοῖς ἀδελφοῖς καὶ Μαρίᾳ· καὶ νῦν ἴσχυσε πάντοτε λέγειν περὶ τῆς καλῆς ἀληθείας.
7. τῷ Λαζάρῳ τῷ καλῷ καλὴ ἡ ἀλήθεια· καὶ ἐν ἀληθείᾳ μακάριος ἦν ὁ Λάζαρος.

Lesson 9
HALF-SISTER: HALF-TRUTH

1. καὶ εἶπεν ὁ κύριος αὐτὸς τῷ Ἀβραμ, ἐγὼ λέγω σοί, ἐλθὲ σὺ ἐκ τῆς γῆς σοῦ καὶ ἐκ τοῦ οἴκου σοῦ.
2. ἐπεὶ εἰς τὴν γῆν τὴν μακαρίαν ἦλθεν ὁ Ἀβραμ σὺν τῇ Σάρα και τῷ Λώτ, ἐν ταύτῃ τῇ γῇ οὐκ ἦν αὐτοῖς ἄρτος. εἰς τὴν Αἴγυπτον οὖν ἦλθον ὁ Ἀβραμ καὶ ἡ Σάρα ἡ γυνὴ καὶ ὁ Λώτ.
3. ὅτε ἦσαν ἐν ἐκείνῳ τῷ τόπῳ εἶπεν οὗτος τῇ Σάρα ἐπεὶ βλέψουσι σὲ οὗτοι οἱ Αἰγύπτιοι, φονεύσουσιν ἐμὲ καὶ ἄξουσι σὲ εἰς τὸν οἶκον τοῦ Φαραώ. εἰπὲ οὖν ἐκείνοις τοῖς Αἰγυπτίοις, βλέπετε ὑμεῖς τὴν ἀδελφὴν τούτου τοῦ Ἀβραμ.
4. τότε οὖν ἡ Σάρα ἡ γυνὴ καὶ ἡ ἀδελφὴ τοῦ Ἀβραμ εἶπε ταῦτα τοῖς Αἰγυπτίοις, καὶ οὗτοι αὐτὸν οὐκ ἐφόνευσαν, ἀλλὰ τὴν ἀδελφὴν αὐτοῦ ἤγαγον εἰς τὸν οἶκον τοῦ Φαραώ. καὶ τούτῳ, τῆς Σάρας τῷ ἀδελφῷ, δωρεὰς καλὰς ἔπεμψεν ὁ Φαραώ.
5. μετὰ τοῦτο ἔλαβεν ὁ Φαραὼ ἀπὸ τοῦ κυρίου κακά. ἐπεὶ οὖν ἤκουσε ὁ Φαραὼ ὅτι αὕτη ἦν ἡ γυνὴ τοῦ Ἀβραμ, αὐτῷ εἶπεν ὁ Φαραώ, οὐ παρρησίᾳ ἐμοὶ εἶπες περὶ ταύτης. σὺ γὰρ εἶπες καὶ αὕτη εἶπεν ἡμῖν, βλέπετε ὑμεῖς τὴν ἀδελφὴν τούτου τοῦ Ἀβραμ. λάβε οὖν αὐτὴν καὶ ἔλθετε ἐκ τῆς γῆς ἡμῶν καὶ ὑμᾶς οὐ φονεύσω.
6. τότε οὖν ἐκ τῆς Αἰγύπτου ἦλθον Ἀβραμ καὶ Σάρα ἡ γυνὴ καὶ Λώτ.

Lesson 10
A CHOICE AND A PROMISE

1. πάλιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τοῦ κυρίου ἤγαγον τὰ πρόβατα αὐτῶν καὶ τοὺς καμήλους αὐτῶν οἱ ἄνθρωποι Ἀβραμ καὶ Λώτ. ἀλλὰ οὐχ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ ἴσχυσαν ἐσθίειν καὶ πίνειν οἱ κάμηλοι καὶ τὰ πρόβατα. μικρὸς γὰρ ἦν ὁ τόπος.
2. εἶπεν οὖν ὁ Ἀβραμ αὐτῷ, οὐκ ἰσχύσομεν ἡμεῖς ἔχειν ταῦτα ἡμῶν ἐν τῷ αὐτῷ τόπῳ. βλέπε περὶ ἡμᾶς. βλέπε ἐκείνην τὴν γῆν, τὴν γῆν τοῦ Ἰορδάνου, καὶ ταύτην τὴν γῆν περὶ ἡμᾶς. σὺ λάβε ἐκείνην καὶ ταύτην ἕξω ἐγώ, ἤ λάβε ταύτην καὶ ἐκείνην ἕξω.
3. τότε ἔβλεψεν ὁ Λὼτ τὴν γῆν τοῦ Ἰορδάνου, γῆν καλήν. καὶ αὐτὸς ἔλαβεν αὐτήν. εἰς οὖν ἐκείνην τὴν γῆν ἤγαγεν ὁ Λὼτ τοὺς ἰδίους καμήλους καὶ τὰ ἴδια πρόβατα ἀπὸ τοῦ Ἀβραμ.
4. μετὰ τοῦτο τῷ Ἀβραμ αὐτὸς ὁ κύριος εἶπεν, σὺ ἕξεις ταύτην τὴν γῆν, σὺ καὶ τὰ τέκνα σου. αὕτη ἦν ἡ ἐπαγγελία τοῦ κυρίου τῷ Ἀβραμ.

Lesson 11
A GLIMPSE AT LOT’S FUTURE

1. μενῶ ἐν τοῖς Σοδόμοις, εῤεῖ Λὼτ ὅτε ἕξει τόπον τοῖς καμήλοις αὐτοῦ καὶ τοῖς προβάτοις αὐτοῦ ἐν τῇ γῇ τοῦ Ἰορδάνου.
2. ἀποστελεῖ δὲ ὑπηρέτην ὁ Λὼτ πρὸς τοὺς ἀνθρώπους τῶν Σοδόμων καὶ εῤεῖ αὐτοῖς, μενοῦμεν ἐν τῇ αὐτῇ γῇ σὺν ὑμῖν.
3. οἱ δὲ ἄνθρωποι τῶν Σοδόμων οἱ κακοὶ οὐκ ἀπέκτειναν Λὼτ καὶ τοὺς ὑπηρέτας αὐτοῦ. ἔμειναν οὖν Λὼτ καὶ ἡ γυνὴ αὐτοῦ ἐν τοῖς κακοῖς τῶν Σοδόμων καὶ ἔβλεψαν τὰ κακὰ τοῦ τόπου ἐκείνου.
4. ὅτε οἱ ἐχθροὶ ἄξουσι τοὺς ἀνθρώπους τῶν Σοδόμων καὶ τὰ ἕτερα αὐτῶν ἀπὸ τῆς γῆς τοῦ Ἰορδάνου, τότε εῤοῦσιν ἐκεῖνοι τῷ Λώτ, οὐ μενεῖτε ἐν τούτῳ τῷ τόπῳ, σὺ καὶ ἡ γυνὴ σοῦ καὶ τὰ ἕτερα σοῦ. ὐπηρέτην δὲ οὐκ ἀποστελεῖς πρὸς Ἀβραμ. οὐχί. ἀλλὰ ἡμεῖς σὲ καὶ τούτους τούς ἀνθρώπους ἄξομεν εἰς γῆν ἑτέραν.
5. ὑπηρέτην δὲ Λὼτ ἀπέστειλε πρὸς Ἀβραμ. καὶ Ἀβραμ οὐκ ἔμεινεν ἐν τῷ ἰδίῳ τόπῳ ὅτε ἤκουσεν περὶ τῶν ἐχθρῶν τούτων. αὐτὸς δὲ ὁ Ἀβραμ ἤγαγεν πάλιν τὸν Λὼτ καὶ τὰ ἕτερα αὐτοῦ ἀπὸ τῶν ἐχθρῶν ἐν ἐκείνῃ τῇ ἑτέρᾳ γῇ.

Lesson 12
ABRAHAM TO THE RESCUE

1. ὅτε ἐμεμενήκει Λὼτ ἐν τοῖς Σοδόμοις, ἐχθροὶ ἦλθον καὶ ἔλαβον αὐτόν. ἄγγελοὶ δὲ πρὸς Ἀβραμ ἠληλύθεισαν καὶ ειῤήκεισαν, ἀπέσταλκε ἡμᾶς ὁ κύριος ἡμῶν πρὸς σέ. ὅτι μεμενήκαμεν ἡμεῖς ἐν τοῖς Σοδόμοις, οἱ τῶν Σοδόμων ἐχθροὶ ἐληλύθασι καὶ εἰλήφασι πρὸς ἄλλην γῆν τὸν Λὼτ καὶ τοὺς ἄλλους.
2. ἐπεὶ δὲ ἠκηκόει Ἀβραμ τοῦτο, ἔλαβε τοὺς ἰδίους ἀνθρώπους καὶ ἐδίωξαν τοὺς ἐχθρούς. ἐν τῇ σκοτίᾳ Ἀβραμ αὐτὸς καὶ οἱ ἴδιοι ἀπέλυσαν Λὼτ καὶ τοὺς ἄλλους.
3. ὅτε ἦλθεν ὁ Ἀβραμ πάλιν σὺν τῷ Λὼτ καὶ τοῖς ἄλλοις, ἄλλος βασιλεὺς, ὁ ὑπηρέτης τοῦ κυρίου, ἤνεγκεν ἄρτους καὶ οἶνον τῷ Ἀβραμ. οὖτος οὖν καλὰ τῷ Ἀβραμ εἶπε καὶ ἔλαβε δωρεὰς καλὰς ἀπὸ τοῦ Ἀβραμ.
4. τότε δὲ εἶπεν ὁ βασιλεὺς Σοδόμων πρὸς Ἀβραμ, μενέτωσαν οἱ ἄνθρωποι ἐμοῦ σὺν ἐμοί, τὰ δὲ ἄλλα ἕξεις. εἴληφας γὰρ ἐκεῖνα ἀπὸ τῶν ἐχθρῶν.
5. πρὸς δὲ αὐτὸν εἶπεν ὁ Ἀβραμ, εἴρηκα τῷ κυρίῳ, οὐχ ἕξω ἐκεῖνα. οὐχί. ὁ βασιλεὺς τῶν Σοδόμων οὐκ εῤεῖ, ὁ Ἀβραμ ἔχει τὸν πλοῦτον ἐμοῦ. ἀπέλυσα τοὺς ἀνθρώπους σοῦ καὶ πρὸς σὲ αὐτοὺς ἤγαγον. λάβε αὐτοὺς καὶ ἐκεῖνα. μεμενήκασι σὺν σοὶ καὶ μενοῦσι.

Lesson 13
WHAT DO YOU KNOW ABOUT ABRAM?

1. τίς ἦν Ἀβραμ;
υἱὸς ἀνθρώπου τινὸς ἐν τῇ Μεσοποταμίᾳ ἦν Ἀβραμ
2. ἐν τίνι γῇ ἦν Ἀβραμ ὅτε ἦν τέκνον;
ἐν γῇ τινι, Μεσοποταμίᾳ, ἔμενεν οὗτος ὅτε ἦν τέκνον.
3. τίς ἦν Σάρα;
ἡ γυνὴ ἦν αὕτη τοῦ Ἀβραμ.
4. τί ἦλθεν Ἀβραμ ἐκ τῆς ἰδίας γῆς;
ειῤήκει ὁ θεὸς αὐτῷ ἐλθεῖν ἐκ τῆς ἰδίας γῆς εἰς ἄλλην γῆν τινα.
5. εἰς τίνα γῆν ἦλθον Ἀβραμ καὶ Σάρα;
εἰς γῆν τινα μακαρίαν ἦλθον.
6. μετὰ τίνος ἦλθον εἰς ταύτην τὴν γῆν;
μετὰ τοῦ Λὼτ ἦλθον.
7. τί οὐκ ὁμοῦ ἔμειναν Λὼτ καὶ Ἀβραμ;
ἐν τῷ αὐτῷ τόπῳ μένειν οὐκ ἴσχυον οἱ δοῦλοι αὐτῶν καὶ οἱ κάμηλοι καὶ τὰ πρόβατα.
8. τίνι θεῷ ἐπεπιστεύκει Ἀβραμ;
τῷ θεῷ τῆς ἀληθείας ἐπεπιστεύκει Ἀβραμ, ἀλλὰ οἱ ἄνθρωποι ἐν τῇ Μεσοποταμίᾳ οὐκ ἐπεπιστεύκεισαν τῇ ἀληθείᾳ περὶ τοῦ θεοῦ.


Lesson 14
MOSES BEFORE PHARAOH

1. ταῦτα δὲ ἐλέγοντο ὑπὸ τοῦ Μωυσέως τοῦ δούλου τοῦ θεοῦ πρὸ Φαραώ, ἀποστέλλομαι πρὸς σὲ ὑπὸ τοῦ θεοῦ. ὁ λαὸς τοῦ Ἰσραὴλ ἀποστέλλεται ἐκ τῆς Αἰγύπτου.
2. πρὸ ἐκείνου τοῦ χρόνου ἀπέκτεινε Μωυσῆς Αἰγύπτιον ἄνθρωπον καὶ ἐδεδίωκτο ὑπὸ τῶν δούλων τοῦ Φαραώ. ἀλλὰ Μωυσῆς ἀπέσταλτο ἐκ τῆς Αἰγύπτου εἰς ἄλλην γῆν. ἐκεῖ ἐβλέποντο ὑπὸ τοῦ Μωυσέως ἑπτὰ ἀδελφαὶ μετὰ τῶν προβάτων. νῦν δέ τις τῶν ἑπτὰ ἀδελφῶν ἦν ἡ γυνὴ τοῦ Μωυσέως.
3. ὅτι δὲ Μωυσῆς ἀπέσταλτο ὑπὸ τοῦ θεοῦ, οὗτος καὶ ὁ ἀδελφὸς αὐτοῦ ἠληλύθεισαν πάλιν εἰς τὴν Αἴγυπτον.
4. νῦν δὲ οἱ υἱοὶ τοῦ Ἰσραὴλ συνάγονται πρὸ τοῦ Μωυσέως καὶ αἱ ἐπαγγελίαι τοῦ θεοῦ λέγονται τούτοις ὑπὸ τοῦ Μωυσέως.
5. καὶ νῦν οὖν ταῦτα ἐλέγοντο πρὸ τοῦ Φαραὼ ὐπὸ τοῦ Μωυσέως καὶ τοῦ ἀδελφοῦ, πεπίστευμαι ὑπὸ τοῦ θεοῦ εἰπεῖν σοί, ἀπολυέσθω ὁ λαὸς μου ἐκ τῆς γῆς σου. ἡμεῖς πρὸς σὲ ἀπεστάλμεθα ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ. ὁ γὰρ λαὸς τοῦ Ἰσραὴλ ἀπέσταλται ἐκ τῆς γῆς.
6. ἀλλὰ οἱ υἱοὶ τοῦ Ἰσραὴλ οὐκ ἴσχυσαν ἀπολύεσθαι ὑπὸ τοῦ Φαραώ.

 


Lesson 15
JOSEPH IN EGYPT

1. ὅτε Ἰωσὴφ ἔρχεται εἰς τὴν γῆν Αἰγύπτου, γενήσεται δοῦλος Αἰγυπτίου τινὸς ἀλλὰ οὐ μενεῖ ἐν τῷ οἴκῳ τούτου. μετὰ δὲ τοῦτο ἐλεύσεται Ἰωσὴφ πρὸς τὸν Φαραὼ καὶ γενήσεται ὑπηρέτης αὐτοῦ. τότε Ἰωσὴφ καὶ ἄλλοι δοῦλοι τοῦ Φαραὼ συνάξουσι σῖτον.

2. ὅτε δὲ μετὰ ταῦτα ἔσται οὐκέτι σῖτος τοῖς ἀνθρώποις τῆς γῆς Αἰγύπτου, τότε ἐλεύσονται οἱ Αἰγύπτιοι πρὸς Ἰωσὴφ καὶ λήμψονται σῖτον. ἐλεύσονται δέ τινες ἐκ ἄλλων τόπων καὶ οὗτοι σῖτον λήμψονται. τότε εῤοῦσι, νῦν λημψόμεθα ἄρτον φαγεῖν καὶ νῦν οὐκ ἀποθανούμεθα.
3. καὶ οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ἐλεύσονται ὅτι ἕξουσι ἐπιθυμίαν σίτου. ἐπιγνώσεται οὖν ἐκείνους οὖτος. ἀλλὰ ἐκεῖνοι τὸν ἀδελφὸν Ἰωσὴφ, τὸν ὑπηρέτην τοῦ Φαραώ, οὐκ ἐπιγνώσονται.
4. ὅτε ἐκεῖνοι φέρουσιν τὸν σῖτον ἐκ τῆς Αἰγύπτου πρὸς τὰ τέκνα ἐν τῇ ἄλλῃ γῇ, τότε ὁ Ἰωσὴφ λήμψεταί τινα τῶν ἀδελφῶν καὶ ἕξει αὐτόν. καὶ τότε εῤοῦσιν οἱ ἀδελφοί, τοῦτο γίνεται ὅτι ἐπέμψαμεν Ἰωσὴφ δοῦλον εἰς τὴν Αἴγυπτον.

 


Lesson 16
BENAJMIN GOES TO EGYPT

1̓ ὅτε δὲ πάλιν οὐκ ἔσται σῖτος, εῤεῖ ὁ Ἰακὼβ τοῖς υἱοῖς αὐτοῦ, σῖτός ἐστιν ἐν τῇ Αἰγύπτῳ. ἀπερχέσθωσαν οἱ υἱοί μου πάλιν εἰς τὴν Αἴγυπτον. τότε λημψόμεθα σῖτον καὶ οὐκ ἀποθανούμεθα.
2 οἱ δὲ υἱοὶ εἶπον τῷ Ἰακώβ, εῤχέσθω σὺν ἡμῖν ὁ Βενιαμίν, ὁ νεώτερος υἱός σου. ὁ γὰρ κύριος ἐκείνης τῆς γῆς ἡμῖν εἴρηκε, ἔρχεσθε μετὰ τοῦ ἀδελφοῦ ὑμῶν τοῦ νεωτέρου ἢ οὐκ ἔσεσθε ὑμεῖς δυνατοὶ ἐμὲ βλέψαι.
3 τότε οὖν ἐμνημόνευεν Ἰακὼβ ὅτι πάλαι ἡ γυνὴ Ῥαχηλ ἔσχε υἱούς, Ἰωσὴφ καὶ Βενιαμίν, τὸν νεώτερον. ἀλλὰ Ῥαχηλ ἀπέθανε καὶ ὁ Ἰωσηφ ἀπηληλύθει . καὶ ὁ Ἰακὼβ ειῤήκει , ἀπέθανε ὁ Ἰωσήφ, καὶ αὐτὸν οὐ πάλιν βλέψω.
4 εἶπεν δὲ Ἰακὼβ πρὸς τοὺς υἱούς, οὐκ ἀπελεύσεται Βενιαμίν· μενεῖ δὲ ὧδε ὁ νεώτερος υἱὸς τῆς Ῥαχηλ. ἀλλ ̓ εἶπεν ὁ Ἰουδας πρὸς Ἰακώβ, ἐγὼ ἄξω αὐτὸν πάλιν πρός σε.
5 ὅτι οὖν εἶπε τοῦτο ὁ Ἰουδας καὶ ὅτι οὐκ ἦν αὐτοῖς σῖτος, εἶπεν ὀ Ἰακώβ, ἀπερχέσθω Βενιαμὶν μετὰ τῶν ἄλλων υἱῶν. ἡ δὲ καρδία τοῦ Ἰακὼβ οὐκ ἦν μακαρία ὅτε ἀπῆλθεν ὁ υἱὸς ὁ νεώτερος τῆς Ῥαχηλ.


Lesson 17
BENAJMIN FRAMED

̔1̓ ὅτε πάλιν εἰς τὴν Αἴγυπτον ἤρχοντο οἱ υἱοὶ τοῦ Ἰακώβ, ὁ Ἰωσὴφ ἔβλεψεν αὐτοὺς καὶ ἐνετείλατο τῷ ἰδίῳ ὑπηρέτῃ, εῤχέσθωσαν οὗτοι εἰς τὸν οἶκόν μου· μετ ̓ ἐμοῦ γὰρ ἔσονται δυνατοὶ φαγεῖν ἄρτον σήμερον.
̔2̓ ἐπεὶ οὖν ἔφαγον ἄρτον ὁμοῦ, ἐνετείλατο πάλιν τῷ ἰδίῳ ὑπηρέτῃ ὁ Ἰωσήφ, λαβέτωσαν σῖτον οὖτοι. τὸ δὲ αῤγύριον ἑκάστου εἰς τὸν σῖτον βάλε . καὶ εἰς τὸν σῖτον τοῦ νεωτέρου βάλε τὸ αῤγύριον αὐτοῦ καὶ τὸ αῤγυρίου ποτήριον ἐμοῦ. ταῦτα δὲ ἔβαλεν ὁ ὑπηρέτης εἰς τὸν σῖτον.
̔3̓ αὔριον δὲ ἐκ τῆς γῆς Αἰγύπτου ἀπήρχετο ὁ νεώτερος μετὰ τῶν ἀδελφῶν. τότε δ ̓ Ἰωσὴφ τῷ ὑπηρέτῃ αὐτοῦ εἶπεν , ἐντέλλομαί σοι διῶξαι τοὺς ἀνθρώπους τούτους. καὶ εῤεῖς αὐτοῖς, τί ἐλάβεσθε τὸ αῤγυρίου ποτήριον τοῦ κυρίου ἐμοῦ; ἐγένεσθε κακοί.
̔4̓ ἐδίωξεν οὖν ὁ ὑπηρέτης τοὺς υἱοὺς τοῦ Ἰακὼβ καὶ εἶπεν αὐτοῖς, τὶ ἐλάβεσθε τὸ αῤγυρίου ποτήριον;
̔5̓ οὗτοι δὲ ἔλεγον πολλάκις, οὐχί. οὐκ ἐλαβόμεθα ἐκεῖνο τὸ ποτήριον. βλέπε τὸν σῖτον ἑκάστου ἡμῶν. οὐ βλέψεις αὐτὸ ἐν τῷ σίτῳ τινὸς ἡμῶν.
̔6̓ ἔβλεψεν οὖν ὁ ὑπηρέτης τὸν σῖτον ἑκάστου. καὶ τὸ ποτήριον ἦν ἐν τῷ σίτῳ τοῦ νεωτέρου τοῦ Βενιαμίν. καὶ μετὰ τοῦτο οἱ ἀδελφοὶ ἤγοντο πάλιν πρὸς τὸν Ἰωσήφ.

 


Lesson 18
I AM YOUR BROTHER

̔1̓ πάλιν ἀπῆλθεν ὁ Ἰουδας σὺν τοῖς ἑαυτοῦ ἀδελφοῖς πρὸς Ἰωσήφ. εἶπε δὲ αὐτοῖς Ἰωσήφ, τί τοῦτο τὸ ποτήριον ἑαυτοῖς ἐλάβετε;
̔2̓ εἶπε δὲ Ἰουδας, νῦν δὲ ὁ θεὸς ἔβλεψεν ὅτι κακοί εἰσιν οἱ δοῦλοί σου· δοῦλοι σοῦ γὰρ γενησόμεθα, ἡμεῖς καὶ Βενιαμίν.
̔3̓ ἐνετείλατο δὲ οὕτως Ἰωσήφ, οὐ γενήσεσθε ὑμεῖς δοῦλοι ἐμοῦ, ἀλλ ̓ οὗτος ὁ ἄνθρωπος γενέσθω δοῦλος ἐμοῦ.
̔4̓ τότε δὲ αὐτῷ Ἰουδας εἶπεν , πῶς ἀπελευσόμεθα πρὸς τὸν πατέρα ἑαυτῶν ὅτε οὐκ ἄξομεν πάλιν Βενιαμίν; οὗτος γὰρ ὁ πατὴρ ἡμῶν ἀποθανεῖται ὅτε οὐ βλέψει τὸν νεώτερον μεθ ̓ ἡμῶν.
̔5̓ τότε οὖν εἶπεν ὁ Ἰωσὴφ πρὸς τοὺς ἑαυτοῦ ἀδελφοὺς, ἐγώ εἰμι Ἰωσήφ. ἐπιγινώσκετε ἐμέ; γενέσθε μακάριοι. οὐ γὰρ ὑμεῖς με ἀπεστάλκατε εἰς ταύτην τῆν γῆν, ἀλλ ̓ ὁ θεός. μὴ μένετε οὖν ἀλλ ̓ ἀπέρχεσθε πρὸς τὸν πατέρα τὸν πρεσβύτερον καὶ λέγετε αὐτῷ, οὕτως λέγει ὁ υἱὸς σοῦ Ἰωσήφ, διὰ τὸν θεὸν ἐγενόμην ὁ κύριος τῆς γῆς Αἰγύπτου. ἐλθε ́, σὺ γὰρ δυνατὸς ἔσῃ γενέσθαι πρὸς ἐμοί, σὺ καὶ οἱ υἱοὶ σεαυτοῦ καὶ οἱ υἱοὶ τῶν υἱῶν σεαυτοῦ καὶ τὰ πρόβατά σου.


Lesson 19
THE FIRST PASSOVER

̔1̓ ὁ Μωυσῆς ἐπέμφθη ὑπὸ τοῦ θεοῦ ἐντέλλεσθαι τῷ Φαραώ, οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἐκ τῆς γῆς Αἰγύπτου ὑπὸ σοῦ ἀποσταλήσονται. ὁ δὲ βασιλεὺς εἶχεν αὐτοὺς καὶ οὐκ ἀπελύθησαν. διὰ τοῦτο ἐγενήθησαν πληγαὶ ἐπὶ τοὺς Αἰγυπτίους καὶ ἐπὶ τὴν γῆν αὐτῶν καὶ ἐπὶ τὸν Φαραὼ αὐτόν.
̔2̓ πρὸ τῆς ἐσχάτης πληγῆς τῷ Φαραὼ εῤρέθη ὑπὸ τοῦ Μωυσέως, ἐν ταύτῃ τῇ ἐσχάτῃ πληγῇ ὁ πρῶτος υἱὸς σοῦ ἀποκτανθήσεται. ὁ δὲ Φαραὼ τῷ θεῷ οὐκ ἐπείσθη καὶ ὁ πρῶτος υἱὸς αὐτοῦ ἀπεκτάνθη , καὶ οἱ ἄλλοι υἱοὶ οἱ πρῶτοι ἐν τοῖς Αἰγυπτίοις καὶ ἀπεκτάνθησαν ὑπὸ ἀγγέλου τινὸς τοῦ κυρίου. μετὰ ταῦτα ὁ Ἰσραὴλ ἐβλήθη ἐκ τῆς Αἰγύπτου ὑπὸ τῶν Αἰγυπτίων.
̔3̓ πρὸ δὲ ταύτης τῆς ἐσχάτης πληγῆς ὁ λαὸς τοῦ Ἰσραὴλ ἐδιδάχθη τὴν ἑορτὴν τοῦ πάσχα. ἐν τῇ ἑορτῇ ταύτῃ αῤνίον καλὸν ἐτύθη καὶ τὸ αἷμα τοῦ αῤνίου ἐβλήθη ἐπὶ τὴν θύραν τοῦ οἴκου. διὰ τὸ αἷμα τοῦτο οἱ πρῶτοι υἱοὶ τοῦ Ἰσραὴλ οὐκ ἀπεκτάνθησαν ὑπό τοῦ ἀγγέλου τοῦ κυρίου καὶ ὁ λαὸς ἐχάρη . ἀλλὰ οὐκ ἦν αἷμα ἐπὶ ταῖς θύραις τῶν Αἰγυπτίων καὶ οὐκ ἴσχυον χαρῆναι.
̔4̓ αὕτη ἦν ἡ πρώτη ἑορτὴ τοῦ πάσχα. ὁ δὲ κύριος τῷ λαῷ ἐνετείλατο μνημονεύειν ταύτης τῆς ἑορτῆς καὶ τοῦ καλοῦ αῤνίου.

 


Lesson 20
THE EXODUS FROM EGYPT

̔1̓ ἐπεὶ ἀπέστειλε Φαραὼ τὸν λαὸν Ἰσραὴλ ἐκ τῆς γῆς Αἰγύπτου, ὁ θεὸς ἦγε αὐτοὺς πᾶσαν τὴν ἡμέραν ἐν στύλῳ νεφέλης, πᾶσαν δὲ τὴν νύκτα ἐν στύλῳ πυρός. ἔμενε δὲ ὁ στῦλος τῆς νεφέλης τῆς ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς τῆς νυκτὸς πρὸ τοῦ λαοῦ παντός.
̔2̓ εἶπε κύριος πρὸς Μωυσῆν, εῤεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ, ἄγειν πάλιν τοὺς υἱοὺς Ἰσραὴλ ἰσχύομεν. ἐσκλήρυνε οὖν τὴν καρδίαν τοῦ Φαραώ, καὶ ἐδίωξεν τοὺς υἱοὺς Ἰσραὴλ ὅτε ἀπήρχοντο ἐκ τῆς Αἰγύπτου.
̔3̓ ἐγένετο δὲ φόβος ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ὅτε ἔβλεψαν τοὺς Αἰγυπτίους. τότε εἶπε κύριος πρὸς Μωυσῆν, ἀπελθέτωσαν οἱ υἱοὶ εἰς μέσον τῶν ὑδάτων. καὶ ἐγὼ σκληρυνῶ τὴν καρδίαν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων. καὶ διώξουσιν ὑμᾶς. τότε οἱ υἱοὶ τοῦ Ἰσραὴλ βλέψουσι τὴν χεῖρα τοῦ κυρίου, καὶ πάντες οἱ Αἰγύπτιοι ἐπιγνώσονται ὅτι ἐγώ εἰμι κύριος.
̔4̓ πᾶσαν τὴν νύκτα ἀπήρχοντο οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῶν ὑδάτων καὶ ἐδίωκον αὐτοὺς οἱ Αἰγύπτιοι.
̔5̓ εἶπε δὲ κύριος, ἐλθέτω τὸ ὕδωρ πάλιν εἰς τὸν ἑαυτοῦ τόπον καὶ ἀποκτεινάτω τοὺς Αἰγυπτίους. ἀπέκτεινε οὖν τὸ ὕδωρ τοὺς Αἰγυπτὶους πάντας καὶ ἀπέθανον ἐκεῖ. διὰ τοῦτο ἐχάρησαν οἱ υἱοὶ Ἰσραὴλ ὅτι ἠληλύθεισαν διὰ τῶν μέσων τῶν ὑδάτων.

 


Lesson 22
JOSHUA’S CHALLENGE

̔1̓ ἐλθὼν ἐκ τῆς Αἰγύπτου ὁ λαὸς τοῦ Ἰσραὴλ ἔμειναν ἐν τῇ εῤήμῳ καὶ ἐκεῖ τὸν νόμον ἔλαβον. ὁ δὲ θεὸς ὁ πέμψας τοῦτον τὸν νόμον εἶπε Μωυσεῖ διδάσκειν τὸν λαὸν τὸν νόμον τὸν γεγραμμὲνον ἐπὶ δυσὶ λίθοις.
̔2̓ ἀλλὰ μόνοι δύο τῶν ἐλθόντων ἐκ τῆς Αἰγύπτου οὐκ ἀπέθανον ἐκεῖ ἐν τῇ εῤήμῳ. Ἰησοῦς καὶ Χαλέβ, ταῦτά ἐστι τὰ ὀνόματα τῶν πιστευόντων τῷ κυρίῳ τῷ σωτήρι αὐτῶν καὶ λαβόντων τόπους ἑαυτοῖς ἐν τῇ γῇ τῆς ἐπαγγελίας.
̔3̓ ἀγαγὼν τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν Χανάαν, ὁ Ἰησοῦς ὁ δοῦλος κυρίου εἶπεν πρὸς τὸν λαὸν τὸν συναχθέντα πρὸ τοῦ κυρίου, ταῦτά ἐστι τὰ ῥηθέντα ὑπὸ τοῦ κυρίου ὑμῖν· πάλαι ἐν ἄλλῃ γῇ οἱ πατέρες ὑμῶν οὐκ ἐλάτρευσαν ἐμοί. καὶ λαβὼν τὸν πατέρα ὑμῶν τὸν Ἀβραμ ἐκ τῆς γῆς ἐκείνης ἤγαγον αὐτὸν εἰς ταύτην. καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ καταβάντες εἰς Αἴγυπτον ἐγένοντο ἐκεῖ ἔθνος. τοὺς δὲ πατέρας ὑμῶν γενομένους δούλους τῶν Αἰγυπτίων ἤγαγον ἐκ τῆς γῆς.
̔4̓ καὶ νῦν λατρεύσατε τῷ κυρίῳ. ὁ γὰρ κύριος ἔδωκε ταύτην τὴν γῆν ὑμῖν. μὴ δὲ θέλοντες λατρεύειν κυρίῳ, τίνι λατρεύσετε; τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῇ ἄλλῃ γῇ λατρεύσετε; ἢ τοῖς θεοῖς τῶν ἐχθρῶν τῶν μενόντων ἐν ταύτῃ τῇ γῇ λατρεύσετε; ἐγὼ δὲ καὶ ὁ οἶκός μου λατρεύσομεν κυρίῳ.
̔5̓ καὶ ἀκούσας ταῦτα ὁ λαὸς ἀπεκρίθησαν, κύριος ὁ θεὸς αὐτὸς θεός ἐστιν. αὐτὸς ἤγαγεν ἡμᾶς ἐξ Αἰγύπτου. ἔβαλεν ὁ κύριος ἐκ τῆς γῆς ἡμῶν πάντα τὰ ἔθνη τὰ μεμενηκότα ὧδε, καὶ ἔδωκε ἡμῖν τὴν γῆν καὶ τὴν ζωὴν ἡμῶν. ἡμεῖς καὶ λατρεύσομεν κυρίῳ. οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν.

 


Lesson 23
THE JUDGES AND GIDEON

̔1̓ καὶ ἐδούλευον ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ τοῦ δούλου κυρίου καὶ πάσας τὰς ἡμέρας τῶν κριτῶν τῶν ἐπιγνόντων πᾶν τὸ ἔργον κυρίου καὶ πῶς ἐσεσώκει τὸν Ἰσραήλ.
̔2̓ ἀποθανόντος δὲ ἑκάστου τῶν κρίτῶν, οὐκέτι ἀκούοντες ἦσαν τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἀγαγόντα αὐτοὺς ἐκ τῆς Αἰγύπτου, καὶ ἀπήρχοντο ἀπὸ τοῦ κυρίου διώξοντες τοὺς θεοὺς τῶν ἔθνων καὶ λατρεύσοντες αὐτοῖς. καὶ πάλιν βλέψας τὰ κακὰ ἔργα οὐκ ἔσωσεν ὁ θεὸς ἐκ τῶν ἐχθρῶν αὐτῶν.
̔3̓ ἐκείνων δὲ προσευξαμένων τῷ θεῷ καὶ ἀκουσθέντων, ἔδωκεν κύριος σωτῆρα κριτήν, Γεδεών, σώσοντα Ἰσραὴλ ἐκ τῶν χειρῶν τῶν ἐχθρῶν αὐτῶν. τριακοσίων δὲ ἀνδρῶν συναχθέντων κατὰ Μαδιάμ, εἶπε κύριος πρὸς Γεδεών, ἐν τοῖς τριακοσίοις ἀνδράσι τούτοις σώσω ὑμᾶς, καὶ δώσω τὴν Μαδιὰμ εἰς χεῖρα σοῦ.
̔4̓ καὶ ἔδωκε Γεδεὼν ἑκάστῳ τῶν τριακοσίων ἀνδρῶν κερατίνην καὶ λαμπάδα. ἀπελθὼν δὲ Γεδεὼν περὶ τὴν παρεμβολὴν νυκτός, ἐσάλπισεν ἐν τῇ κερατίνῃ· καὶ οἱ τριακοσίοι ἄνδρες λαβόντες ἐν χερσὶν αὐτῶν τὰς λαμπάδας καὶ τὰς κερατίνας σαλπίσαντες εἶπον, τῷ κυρίῳ καὶ τῷ Γεδεών. καὶ πᾶσα ἡ παρεμβολὴ τῶν ἐχθρῶν ἔφυγε . καὶ ἐδίωξαν οἱ υἱοὶ Ἰσραὴλ Μαδιὰμ τὸν φεύγοντα.
̔5̓ οἱ δὲ ἄνδρες οἱ συναχθέντες ἠκηκόεισαν ὅτι ὁ λαὸς σωθήσεται ἐν τῇ χειρὶ τοῦ Γεδεών, καὶ οὕτως ἐγένετο.

 


Lesson 24
THE CALL OF SAMUEL

̔1̓ καὶ τὸ τέκνον Σαμουὴλ ἦν ὑπηρέτης μετὰ Ηλι ἐν τῷ ἱερῷ τοῦ κυρίου. νυκτί τινι Ηλι ἦν ἐν τῷ ἑαυτοῦ τόπῳ καὶ Σαμουὴλ ἦν ἐν ἄλλῳ τόπῳ. καὶ ἐκάλεσε κύριος, Σαμουήλ, Σαμουήλ. καὶ ἀπεκρίθη , ἰδοῦ ἐγώ. καὶ ἦλθεν πρὸς Ηλι καὶ εἶπεν , ἰδοῦ ἐγὼ, γινώσκω γὰρ ὅτι κέκληκάς με. καὶ ἀποκριθεὶς ὁ Ηλι εἶπεν , οὐ κέκληκά σε, ἀπελθὲ πρὸς τὸν ἴδιον τόπον.
̔2̓ καὶ πάλιν ἐκάλεσε κύριος, Σαμουήλ, Σαμουήλ. καὶ ἦλθεν πρὸς Ηλι καὶ εἶπεν , ἰδοῦ ἐγώ, ὅτι κέκληκάς με. καὶ πάλιν ἀπεκρίθη , οὐ κέκληκά σε, ἀπελθέ.
̔3̓ καὶ Σαμουὴλ οὔπω ἠκηκόει τὸ ῥῆμα τοῦ κυρίου, καὶ οὔπω ἔγνω τὸν κύριον καλέσαντα αὐτόν. καὶ πάλιν ἐκάλεσε κύριος Σαμουήλ. καὶ πάλιν προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν , ἰδοῦ ἐγώ, πιστεύω γὰρ ὅτι κέκληκάς με. καὶ ἐπέγνω Ηλι τὸν κύριον καλέσαι τὸν Σαμουήλ. καὶ εἶπεν , ἀπελθέ, τέκνον. ἰδοῦ γὰρ λέγω σοὶ τὸν κύριον αὐτὸν εἶπειν πρὸς σέ. καὶ ὅτε καλέσει σε, εῤεῖς, λέγε, κύριε ἐμοῦ, ὅτι ἀκούει ὁ δοῦλος σοῦ. γινώσκω γὰρ σὲ ἐμὲ καλεῖν.
̔4̓ καὶ ἀπῆλθε Σαμουήλ. καὶ νῦν ἐπίστευσεν τὸν κύριον καλέσαι αὐτόν. καὶ ἦλθε κύριος καὶ ἐκάλεσε αὐτὸν πάλιν. καὶ ἀπεκρίθη Σαμουήλ, λέγε, κύριε ἐμοῦ, ὅτι ἀκούει ὁ δοῦλος σοῦ. γινώσκω γὰρ σὲ ἐμὲ καλεῖν. καὶ εἶπε κύριος πρὸς Σαμουήλ, ἰδοῦ λέγω σοὶ γενήσεσθαι τὰ ῥήματά μου ἐν Ἰσραήλ. τῷ γὰρ οἴκῳ Ηλι κακὰ γενήσεται.
̔5̓ καὶ αὔριον διὰ τὸν φόβον οὐκ ἤθελεν Σαμουὴλ εἰπεῖν τῷ Ηλι ὅτι εἴρηκεν ὁ κύριος τὰ κακὰ γενησόμενα τῷ οἴκῳ αὐτοῦ. ἀλλ ̓ εἶπεν Ηλι πρὸς Σαμουήλ, τί ἐστι τὸ ῥῆμα τὸ ῥηθὲν πρὸς σέ; καὶ εἶπε Σαμουὴλ πάντα τὰ ῥήματα τοῦ κυρίου. πάντες οὖν ἔγνωσαν τὸν Σαμουὴλ εἶναι προφήτην.

 


Lesson 25
ISRAEL ASKS FOR A KING

̔1̓ εἶχεν δὲ Ἰσραὴλ πολλοὺς κρίτας οἳ ἔσῳζον τὸν λαὸν ἀπὸ τῶν ἐχθρῶν αὐτῶν. ἀποθανόντος δὲ ἑκάστου τῶν κριτῶν πάλιν ἀπῆλθον ἀπὸ τοῦ θεοῦ ὃς ἔδωκεν αὐτοῖς τὸν κριτήν. διὰ δὲ τὰ κακὰ ἔργα ἃ ἐποίησαν, ἔδωκε ὁ θεὸς τὸν λαὸν ὃν ἐσεσώκει εἰς τὰς χεῖρας τῶν ἐχθρῶν. ἀλλ ̓ οἱ υἱοὶ τοῦ Ἰσραήλ, ὧν αἱ καρδίαι οὐκ ἐπείθοντο τῇ ἀληθείᾳ, ἔλεγον ἀλλήλοις, ὅτι οὐκ ἔχει ἡ γῆ ἡμῶν βασιλέα, διὰ τοῦτο ἀπέκτειναν ἡμᾶς οἱ ἐχθροὶ ἡμῶν. δεῖ οὖν τὴν γῆν ἡμῶν σχεῖν βασιλέα. σὺν δὲ αὐτῷ δεῖ ἡμᾶς ἐλθεῖν εἰς πόλεμον ὑπὲρ ἀλλήλων.
̔2̓ ἀκούσας οὖν ταῦτα τὰ ῥήματα ὁ Σαμουήλ, ὃς ἦν νῦν πρεσβύτερος, προσηύξατο πρὸς κύριον. καὶ εἶπε κύριος πρὸς Σαμουήλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ. ἀπὸ γὰρ τῆς ἡμέρας ἐν ᾗ ἐγὼ ἤγαγον τὸν λαὸν ἐξ Αἰγύπτου ἀπῆλθον ἀπ ̓ ἐμοῦ. οὕτως δὲ ἀπέρχονται ἀπὸ σοῦ. ἀλλὰ εῤεῖς αὐτοῖς ἃ γενήσεται ὅτε ἕξουσι βασιλέα. καὶ εἶπε Σαμουὴλ τῷ λαῷ πᾶν τὸ ῥῆμα τοῦ κυρίου.
̔3̓ ὁ βασιλεὺς λήμψεται ὑμῶν τοὺς υἱοὺς οὓς ἔδωκεν ὁ κύριος ὑμῖν, καὶ δουλεύσουσιν αὐτῷ, καὶ λήμψεται ὑμῶν τὴν γῆν καὶ τὰ πρόβατα. καὶ οὐκ ἀκούσει ὁ κύριος τὰ κακὰ ἃ εῤεῖτε ἐν ταῖς ἡμέραις ἐκείναις ὅτι ἐλάβετε ἑαυτοῖς βασιλέα.
̔4̓ τότε ἀπεκρίθησαν ὁ λαός, οὐχί. ἀλλὰ δεῖ ἡμᾶς λαβεῖν βασιλέα. πάντων τῶν ἄλλων ἐθνῶν ἐχόντων βασιλεῖς, δεῖ καὶ ἡμᾶς σχεῖν βασιλέα.
̔5̓ καὶ ἤκουσε Σαμουὴλ πάντα τὰ ῥήματα ἃ εἶπον ὁ λαός, καὶ εἶπεν αὐτὰ πρὸς τὸν κύριον ὃς ἀπέστειλεν αὐτόν.


Lesson 26
SAMUEL ANOINTS A NEW KING

̔1̓ ὢν καλὸς ἐν ταῖς πρώταις ἡμέραις τῆς βασιλείας, Σαοὺλ οὐκ ἐπείθετο τῷ θεῷ πάντοτε. ειῤήκει γὰρ κύριος τῷ βασιλεῖ ἀπολέσαι τὴν βασιλείαν τοῦ Ἀμαληκ, πάντας τοὺς ἄνδρας καὶ πάσας τὰς γυναῖκας καὶ πάντα τὰ τέκνα καὶ πάντα τοῦ Ἀμαληκ.
̔2̓ ἀλλ ̓ ὁ Σαοὺλ ἐπείσθη ὑπὸ τοῦ λαοῦ λέγοντος, ἀπολέσωμεν τοῦτον τὸν βασιλέα καὶ ταῦτα τὰ καλὰ πρόβατα; οὐχί. σώσωμεν τὰ πρόβατα ἵνα γένωνται θυσίας κυρίῳ τῷ θεῷ ἡμῶν.
̔3̓ εἶπεν οὖν κύριος πρὸς Σαμουήλ, λάβε τὸ κέρας σου ἐλαίου καὶ ἀποστελῶ σε πρὸς Ἰεσσαὶ ἐν Βηθλέεμ, ὅτι εὕρηκα ἐν τοῖς υἱοῖς αὐτοῦ βασιλέα. καὶ εῤεῖς, θυσίαν ποιῆσαι τῷ κυρίῳ ἦλθον. καί λαβὼν τὸ ἔλαιον ἀπῆλθεν εἰς Βηθλέεμ· καὶ ἐκάλεσεν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς εἰς τὴν θυσίαν.
̔4̓ καὶ βλέψας τὸ πρόσωπον τοῦ πρώτου υἱοῦ εἶπεν , χρίσωμεν αὐτὸν ὅτι οὗτος ὁ χριστὸς κυρίου ἐστίν. ἀλλ ̓ εἶπε κύριος πρὸς Σαμουήλ, μὴ βλέψῃς τὸ πρόσωπον αὐτοῦ. οὗτος γὰρ οὐ μὴ γένηται ὁ χριστός, ὅτι βλέπει τὸ πρόσωπον ἄνθρωπος, ἀλλὰ ὁ θεὸς βλέπει τὴν καρδίαν.
̔5̓ καὶ ἤγαγεν Ἰεσσαὶ ἑπτὰ υἱοὺς ἵνα βλέψῃ αὐτοὺς Σαμουήλ. καὶ εἶπε Σαμουήλ, οὐ μὴ χρίσω τινὰ ἐν τούτοις. ἔχεις ἄλλον υἱόν;
̔6̓ καὶ ἀπέστειλε Ἰεσσαὶ καὶ ἤγαγεν Δαυὶδ ὄντα μετὰ τῶν προβάτων ἵνα ᾖ μετ ̓ αὐτῶν. καὶ εἶπε κύριος πρὸς Σαμουήλ, χρίσον τὸν Δαυὶδ ὅτι οὗτος γενήσεταί μοι βασιλεύς.

 


Lesson 27
DAVID AND GOLIATH

̔1̓ καὶ Σαοὺλ καὶ οἱ ἄνδρες Ἰσραὴλ συνήχθησαν εἰς πόλεμον πρὸς τοὺς ἀλλοφύλους. καὶ ἐξῆλθεν ἀνὴρ μέγας καὶ δυνατὸς ἐκ τῶν ἀλλοφύλων· Γολιαθ ἦν ὄνομα αὐτῷ. καὶ ἤρχετο Γολιαθ καὶ ἐκάλει τοὺς ἄνδρας Ἰσραὴλ λέγων, οὐκ ἐγώ εἰμι Γολιαθ ὁ ἀλλόφυλος καὶ ὑμεῖς οἱ δοῦλοι τοῦ Σαούλ; ἐὰν ἔρχησθε ὑμεῖς πρὸς ἡμᾶς, ἀποθανεῖσθε πάντες. ἀλλ ̓ ἀπόστειλον πρός με ἕνα ἄνδρα. καὶ ἐὰν δυνηθῇ οὗτος ὁ εἷς μόνος ἀποκτεῖναί με, ἡμεῖς γενησόμεθα ὑμῖν δοῦλοι. ἐὰν δὲ ἐγὼ δυνηθῶ αὐτὸν ἀποκτεῖναι, ὑμεῖς γενήσεσθε ἡμῖν δοῦλοι καὶ δουλεύσετε ἡμῖν.
̔2̓ διὰ δὲ τὰ ῥήματα τοῦ Γολιαθ, ἐγένετο φόβος ἐπὶ Σαοὺλ καὶ ἐπὶ πάντας τοὺς υἱοὺς Ἰσραήλ. καὶ εἶπε Σαούλ, οὐ μὴ πορευθῶμεν πρὸς τὸν ἀλλόφυλον ἵνα ἀποκτείνωμεν αὐτόν.
̔3̓ ἀπεκρίθη δὲ ὁ Δαυὶδ πρὸς τὸν Σαούλ, τέκνον μικρὸν ἐγώ· εἰ δὲ κύριος ὁ θεὸς ἡμῶν ἐστιν καὶ πιστεύομεν αὐτῷ, ἐγὼ δυνήσομαι πορευθῆναι καὶ ἀπολέσαι τοῦτον τὸν ἀλλόφυλον ὃς τὸ ὄνομα τοῦ θεοῦ ἐβλασφήμει .
̔4̓ βλέψας δὲ ὁ Γολιαθ τὸν Δαυὶδ ἐλάλει αὐτῷ, ἐὰν ἔλθῃς πρὸς ἐμέ, δώσω τὸ σῶμά σου καὶ τὰ σώματα τῶν δούλων τοῦ Σαοὺλ τοῖς πετεινοῖς τοῦ ουῤανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.
̔5̓ καὶ ἐλάλησε ὁ υἱὸς τοῦ Ἰεσσαί, σὺ προσῆλθες ἐν ῥομφαίᾳ, ἀλλ ̓ ἐγὼ ἦλθον πρὸς σὲ ἐν τῷ ὀνόματι κυρίου. εἰ δὲ ἐλατρεύετε ὑμεῖς τῷ θεῷ, ἐγινώσκετε ἂν τοῦ κυρίου εἶναι τὸν πόλεμον, καὶ δώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
̔6̓ ἐπορεύθη δὲ ὁ ἀλλόφυλος πρὸς Δαυίδ. καὶ λαβὼν ὁ Δαυὶδ ἐν τῇ χειρὶ ἕνα μικρὸν λίθον ἔβαλεν αὐτὸν, καὶ ὁ μέγας ἔπεσεν ἐπὶ τὸ πρόσωπον ἐπὶ τὴν γῆν.