Μενάνδρου Γνῶμαι Μονόστιχοι

A. Meineke, Fragmentum Comicorum Graecorum, Pars II, Berlin 1857. GoogleBooks (pdf extract).

 The Monostichoi of Menander are mostly single line sayings written in the iambic trimeter meter that Menander wrote all his plays in. Meineke gives only 755 lines of the 877 listed by Jaekel. Not all of the 877 lines are single lines of iambic trimeter; some are prose, some are couplets of two lines. Edmonds (1961) gives ten different lists, each starting another alphatbetical list. Looking at the sources of the Edmond's list, you can see these sayings have a long history and tradition in schools and education. Some come from a 3rd century papyrus, some from a schoolboy's copybook of the 4th century, others are retranslated into Greek from Slavonic; some lines come from a monastery limestone in Egypt; and yet others from two 5th-7th century potsherds used as schoolboy's slates. The lines in Meineke's list are from three different sources: 1-593; 594-637; 638 -758 from Aldus. The only English translation available is Edmond's The Fragments of Attic Comedy vol IIIb(Brill:1961).

The following lines have note been vetted against the text of Meineke. The words are linked to the Perseus hopper morphology database where possible. The popup lexicon feature only works for the Firefox browser at the present time. Enjoy!

Menandri Sententiae
sID GreekLetter Link
1 Α Ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα.
2
Ἀναφαίρετον κτῆμ᾽ ἐστὶ παιδεία βροτοῖς
3 Α Ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου.
4 Α Ἀθάνατον᾽ ἔχθραν μὴ φύλαττε θνητὸς ὤν.
5 Α ψέγομεν ἡμεῖς, ταῦτα μὴ μιμώμεθα.
6 Α Ἅπαν τὸ κέρδος ἄδικον ὂν φέρει βλάβην.
7 Α Ἅπαντα καιρῷ χάριν ἔχει τρυγώμενα.
8 Α Ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης.
9 Α Ἄδικον τὸ λυπεῖν τοὺς φίλους ἑκουσίως.
10 Α Ἀχάριστος, ὅστις εὖ παθὼν ἀμνημονεῖ.
11 Α Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
12 Α Ἀγαθὸν μέγιστον φρόνησίς ἐστ᾽ ἀεί.
13 Α Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.
14 Α Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
15 Α Ἀβουλίᾳ γὰρ πολλὰ βλάπτονται βροτοί.
16 Α Ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ᾽ ἀεί.
17 Α Ἀνεξέταστον μὴ κόλαζε μηδένα.
18 Α Ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ.
19 Α Ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῇ.
20 Α Ἄνθρωπος ὢν γίνωσκε τῆς ὀργῆς κρατεῖν.
21 Α Ἅπαντας αὑτῶν κρείσσονας ἀνάγκη ποιεῖ.
22 Α Αἰσχρὸν δὲ μηδὲν πρᾶττε, μηδὲ μάνθανε.
23 Α Ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί.
24 Α Ἀνδρῶν δὲ φαύλων ὅρκον εἰς ὕδωρ γράφε.
25 Α Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
26 Α Ἀνδρὸς δικαίου καρπὸς οὐκ ἀπόλλυται.
27 Α Ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε.
28 Α Ἄνθρωπος ἀτυχῶν σῴζεθ᾽ ὑπὸ τῆς ἐλπίδος.
29 Α Ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σῴζει πόλιν.
30 Α Ἀνὴρ ἄριστος οὐκ ἂν εἴη δυσγενής.
31 Α Ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται.
32 Α Ἀνδρὸς κακῶς πράττοντος ἐκποδὼν φίλοι.
33 Α Ἄριστόν ἐστι πάντ᾽ ἐπίστασθαι καλά.
34 Α Ἀεὶ δ᾽ σωθείς ἐστιν ἀχάριστος φύσει.
35 Α Ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν.
36 Α Ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι.
37 Α Ἆρ᾽ ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγοο;
38 Α Ἅπαντας εὖ πράττοντας ἥδομαι φίλους.
39 Α μὴ προσήκει μήτ᾽ ἄκουε μήθ᾽ ὅρα.
40 Α Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος.
41 Α Ἅπαντας παίδευσις ἡμέρους τελεῖ.
42 Α Αἱ δ᾽ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν.
43 Α Αὐτὸς πενωθεὶς τοῖς ἔχουσι μὴ φθόνει.
44 Α Ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος.
45 Α Ἀνὴρ φεύγων καὶ πάλιν μαχήσεται.
46 Α Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,
47 Α αὐτοὶ δ᾽ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
48 Α Ἄρεσκε πᾶσι καὶ σὺ μὴ σαυτῷ μόνῳ.
49 Α Ἀνουθέτητόν ἐστιν παρρησία.
50 Α Ἀσυλλόγιστόν ἐστιν πονηρία.
51 Α Ἀνὴρ ἄβουλος εἰς κενὸν μοχθεῖ τρέχων.
52 Α Ἀνὴρ δίκαιος πλοῦτον οὐκ ἔχει ποτέ.
53 Α Ἀρχὴν νόμιζε τὸν θεὸν φοβεῖσθαι.
54 Α Ἀδίκοις φίλοισιν κακοῖς μὴ συμπλέκου.
55 Α Ἀνὴρ δ᾽ ἄβουλος ἡδοναῖς θηρεύεται.
56 Α Ἄξεις ἀλύπως τὸν βίον χωρὶς γάμου.
57 Β Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
58 Β Βιοῦν ἀλύπως θνητὸν ὄντ᾽ οὐ ῥᾴδιον.
59 Β Βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει.
60 Β Βραδὺς πρὸς ὀργὴν ἐγκρατὴς φέρειν γενοῦ.
61 Β Βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις.
62 Β Βάδιζε τὴν εὐθεῖαν, ἵνα δίκαιος ᾖς.
63 Β Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν.
64 Β Βουλόμεθα πλουτεῖν πάντες, ἀλλ᾽ οὐ δυνάμεθα.
65 Β Βιοῖ γὰρ οὐδείς, ὃν προαιρεῖται βίον.
66 Β Βίος κέκληται δ᾽ ὡς βίᾳ πορίζεται.
67 Β Βίου δικαίου γίγνεται τέλος καλόν.
68 Β Βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον.
69 Β Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται.
70 Β Βουλὴν ἅπαντος πράγματος προλάμβανε.
71 Β Βλάπτει τὸν ἄνδρα θυμὸς εἰς ὀργὴν πεσών.
72 Β Βούλου γονεῖς πρώτιστον ἐν τιμαῖς ἔχειν.
73 Β Βοηθὸς ἴσθι τοῖς καλῶς εἰργασμένοις.
74 Β Βίος βίου δεόμενος οὐκ ἔστιν βίος.
75 Β Βέλτιόν ἐστι σῶμά γ᾽ ψυχὴν νοσεῖν.
76 Β Βούλου δ᾽ ἀρέσκειν πᾶσι, μὴ σαυτῷ μόνῳ.
77 Β Βίου σπάνις πέφυκεν ἀνδράσιν γυνή.
78 Β Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ τρέφῃς.
79 Β Βασίλεια δεἰκών ἐστιν ἔμψυχος θεοῦ.
80 Γ Γλώσσης μάλιστα πανταχοῦ πειρῶ κρατεῖν.
81 Γ Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.
82 Γ Γίνωσκε σαυτὸν νουθετεῖν, ὅπου τρέχεις.
83 Γ Γυναιξὶ πάσαις κόσμον σιγὴ φέρει.
84 Γ Γυναικὸς ἐσθλῆς ἐστι σῴζειν οἰκίαν.
85 Γ Γυνὴ γὰρ οἴκῳ πῆμα καὶ σωτηρία.
86 Γ Γυναικὶ μὴ πίστευε τὸν σαυτοῦ βίον.
87 Γ Γυνὴ γὰρ οὐδὲν οἶδε πλὴν βούλεται.
88 Γ Γέλως ἄκαιρος κλαυθμάτων παραίτιος.
89 Γ Γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται.
90 Γ Γέρων ἐραστὴς ἐσχάτη κακὴ τύχη.
91 Γ Γαμεῖν μέλλων εἰς μετάνοιαν ἔρχεται.
92 Γ Γυναικὶ κόσμος τρόπος, οὐ τὰ χρυσία.
93 Γ Γυνὴ δικαία τοῦ βίου σωτηρία.
94 Γ Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
95 Γ Γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν γαμεῖν.
96 Γ Γράμματα μαθεῖν δεῖ καὶ μαθόντα νοῦν ἔχειν.
97 Γ Γυνὴ τὸ σύνολόν ἐστι δαπανηρὸν φύσει.
98 Γ Γάμει δὲ μὴ τὴν προῖκα, τὴν γυναῖκα δέ.
99 Γ Γυνὴ δὲ χρηστὴ πηδάλιόν ἐστοἰκίας.
100 Γ Γυναικὶ δἄρχειν οὐ δίδωσιν φύσις.
101 Γ Γνῶμαι δἀμείνους εἰσὶ τῶν γεραιτέρων.
102 Γ Γάμος γὰρ ἀνθρώποισιν εὐκταῖον κακόν.
103 Γ Γαμεῖν δὲ μέλλων βλέψον εἰς τοὺς γείτονας.
104 Γ Γύμναζε παῖδα· ἄνδρας οὐ γὰρ γυμνάσεις.
105 Γ Γονεῖς δὲ τίμα καὶ φίλους εὐεργέτει.
106 Γ Γυνὴ δὅλως οὐ συμφέρον βουλεύεται.
107 Γ Γνώμη γερόντων ἀσφαλεστέρα νέων.
108 Γ Γελᾷ δ μῶρος, κἄν τι μὴ γελοῖον .
109 Γ Γυνὴ γυναικὸς πώποτοὐδὲν διαφέρει.
110 Γ Γέρων γενόμενος μὴ γάμει νεωτέραν.
111 Γ Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται.
112 Γ Γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.
113 Γ Γήρως δὲ φαύλου τίς γένοιτἂν ἐκτροππ;
114 Δ Δίκαιος εἶναι μᾶλλον χρηστὸς θέλε.
115 Δ Δεῖ τοὺς φιλοῦντας πίστιν, οὐ λόγους ἔχειν.
116 Δ Δοῦλος πεφυκὼς εὐνόει τῷ δεσπότῃ.
117 Δ Δύσμορφος εἴην μᾶλλον καλὸς κακός.
118 Δ Δίκαιον εὖ πράττοντα μεμνῆσθαι θεοῦ.
119 Δ Δίκαιος ἴσθι, ἵνα δικαίων δὴ τύχῃς.
120 Δ Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
121 Δ Δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ.
122 Δ Διάλυε, μὴ σύγκρουε μαχομένους φίλους.
123 Δ Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται.
124 Δ Δοὺς τῇ τύχῃ τὸ μικρὸν ἐκλήψῃ μέγα.
125 Δ Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δεὐτυχεῖς.
126 Δ Δίκαια δράσας συμμάχους ἕξεις θεούς.
127 Δ Δεινότερον οὐδὲν ἄλλο μητρυιᾶς κακόν.
128 Δ Δειλοῦ γὰρ ἀνδρὸς δειλὰ καὶ φρονήματα.
129 Δ Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
130 Δ Δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
131 Δ Δόλιον γὰρ ἄνδρα φεῦγε παρὅλον τὸν βίον.
132 Δ Δαίμων ἐμαυτῷ γέγονα γήμας πλουσίαν.
133 Δ Δούλου γὰρ οὐδὲν χεῖρον οὐδὲ τοῦ καλοῦ.
134 Δ Διὰ τὰς γυναῖκας πάντα τὰ κακὰ γίγνεται.
135 Δ >" Δίκαιος, ἐὰν ᾖς, πανταχοῦ τῷ τρόπῳ χρήσῃ νόμῳ († λαληθήσῃ).
136 Δ Δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
137 Δ Δίωκε δόξην καὶ ἀρετήν, φεῦγε δὲ ψόγον.
138 Δ Δοῦλος γεγονὼς ἑτέρῳ < γε> δουλεύειν φοβοῦ.
139 Ε Ἔπαινον ἕξεις, ἂν κρατῇς, ὧν δεῖ κρατεῖν.
140 Ε Ἔρως δίκαιος καρπὸν εὐθέως φέρει.
141 Ε Ἐσθλῷ γὰρ ἀνδρὶ τἆσθλὰ καὶ διδοῖ θεός.
142 Ε Ἔλπιζε τιμῶν τοὺς θεοὺς πράξειν καλῶς.
143 Ε Ἐν ταῖς ἀνάγκαις χρημάτων κρείττων φίλος.
144 Ε Ἐλεύθερον φύλαττε τὸν σαυτοῦ τρόπον.
145 Ε Ἐπἀνδρὶ δυστυχοῦντι μὴ πλάσῃς κακόν.
146 Ε Εὐχῆς δικαίας οὐκ ἀνήκοος θεός.
147 Ε Ἐν τοῖς κακοῖς δὲ τοὺς φίλους εὐεργέτει.
148 Ε Ἔργων πονηρῶν χεῖρἐλευθέραν ἔχε.
149 Ε Ἐκ τῶν πόνων τοι τἀγάθαὔξεται βροτοῖς.
150 Ε Ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται.
151 Ε Ἔνεγκε λύπην καὶ βλάβην εὐσχημόνως.
152 Ε Ἐχθροὺς ἀμύνου μὴπὶ τῇ σαυτοῦ βλάβῃ.
153 Ε Εὔτολμος εἶναι κρῖνε, τολμηρὸς δὲ μή.
154 Ε Ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου.
155 Ε Ἔλπιζε τιμῶν τοὺς γονεῖς πρᾶξαι καλῶς.
156 Ε Ἔρωτα παύει λιμὸς χαλκοῦ σπάνις.
157 Ε Εὔτακτον εἶναι τἀλλότρια δειπνοῦντα δεῖ.
158 Ε Ἑαυτὸν οὐδεὶς ὁμολογεῖ κακοῦργος ὤν.
159 Ε Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δοὔ.
160 Ε Ἔνεισι καὶ γυναιξὶ σώφρονες τρόποι.
161 Ε Ἐν γὰρ γυναιξὶ πίστιν οὐκ ἔξεστἰδεῖν.
162 Ε Ἐλευθέρου γάρ ἐστι τἀληθῆ λέγειν.
163 Ε Ἔνιοι κακῶς φρονοῦσι πράττοντες καλῶς.
164 Ε Ἐχθροῖς ἀπιστῶν οὔποτἂν πάθοις βλάβην.
165 Ε Ἐὰν δἔχωμεν χρήμαθ’, ἕξομεν φίλους.
166 Ε Ἐχθροῦ παρἀνδρὸς οὐδέν ἐστι χρήσιμον.
167 Ε Εὐκαταφρόνητός ἐστι σιγηρὸς τρόπος.
168 Ε Εἷς ἐστι δοῦλος οἰκίας δεσπότης.
169 Ε Ἐμπειρία γὰρ τῆς ἀπειρίας κρατεῖ.
170 Ε Ἐπιλανθάνονται πάντες οἱ παθόντες εὖ.
171 Ε Ἔνιοι δὲ καὶ μισοῦσι τοὺς εὐεργέτας.
172 Ε Εἰ μὴ φυλάσσεις μίκρ’, ἀπολεῖς τὰ μείζονα.
173 Ε Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.
174 Ε Εὔχου δἔχειν τι, κἂν ἔχῃς, ἕξεις φίλους.
175 Ε Ἔστιν τὸ τολμᾶν, φίλ’, ἀνδρὸς οὐ σοφοῦ.
176 Ε Ἐν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
177 Ε Ἔργοις φιλόπονος ἴσθι, μὴ λόγοις μόνον.
178 Ε Εὑρεῖν τὸ δίκαιον πανταχῶς οὐ ῥᾴδιον.
179 Ε Ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθὁρᾷ.
180 Ε Ἐλεεινότατόν μοι φαίνετἀτυχία φίλου.
181 Ε Ἐκ τῶν γυναικῶν ὄλλυται κόσμος μέγας.
182 Ε Ἔστιν τι κἀν κακοῖσιν ἡδονῆς μέτρον.
183 Ε Εὔπειστον ἀνὴρ δυστυχὴς καὶ λυπούμενος.
184 Ε Ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.
185 Ε Εὐνοῦχος ἄλλο θηρίον τῶν ἐν βίῳ.
186 Ζ Ζήσεις βίον κράτιστον, ἢν θυμοῦ κρατῇς.
187 Ζ Ζήτει σεαυτῷ καταλιπεῖν εὐδοξίαν.
188 Ζ Ζήτει σεαυτῷ σύμμαχον τῶν πραγμάτων.
189 Ζ Ζῶμεν πρὸς αὐτὴν τὴν τύχην οἱ σώφρονες.
190 Ζ Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλὡς δυνάμεθα.
191 Ζ Ζῆθι προσεχόντως ὡς μακρὰν ἐγγὺς βλέπων.
192 Ζ Ζήλου τὸν ἐσθλὸν ἄνδρα καὶ τὸν σώφρονα.
193 Ζ Ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος.
194 Ζ Ζῆν βουλόμενος μὴ πρᾶττε θανάτου γἄξια.
195 Ζ Ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον.
196 Ζ Ζήτει συναγαγεῖν ἐκ δικαίων τὸν βίον.
197 Ζ Ζευχθεὶς γάμοισιν οὐκέτἔστἐλεύθερος.
198 Ζ Ζῆν οὐκ ἔδει γυναῖκα κατὰ πολλοὺς τρόπους.
199 Ζ Ζήτει γυναῖκα σύμμαχον τῶν πραγμάτων.
200 Ζ Ζῶμεν ἀλογίστως προσδοκοῦντες μὴ θανεῖν.
201 Ζ Ζῆν ἡδέως οὐκ ἔστιν ἀργὸν καὶ κακόν.
202 Η ζῆν ἀλύπως, θανεῖν εὐδαιμόνως.
203 Η Ἤθη πονηρὰ τὴν φύσιν διαστρέφει.
204 Η Ἦθος πονηρὸν φεῦγε καὶ κέρδος κακόν
205 Η γλῶσσα πολλοὺς εἰς ὄλεθρον ἤγαγεν.
206 Η Ἥδιστόν ἐστιν τῶν ὑπαρχόντων κρατεῖν.
207 Η Ἥδιστόν ἐστιν εὐτυχοῦντα νοῦν ἔχειν.
208 Η λέγε τι σιγῆς κρεῖττον σιγὴν ἔχε.
209 Η Ἥξει τὸ γῆρας πᾶσαν αἰτίαν φέρον.
210 Η φύσις ἑκάστῳ τοῦ γένους ἐστὶν πατρίς.
211 Η Ἦθος προκρίνειν χρημάτων γαμοῦντα δεῖ.
212 Η δἁρπαγὴ μέγιστον ἀνθρώποις κακόν.
213 Η φύσις ἁπάντων τῶν διδαγμάτων κρατεῖ.
214 Η Ἤθους δικαίου φαῦλος οὐ ψαύει λόγος.
215 Η μὴ γάμει τὸ σύνολον γαμῶν κράτει.
216 Η πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
217 Η δὲ παράκαιρος ἡδονὴ τίκτει βλάβην.
218 Η Ἡδύ γε δικαίους ἄνδρας εὐτυχεῖν ὁρᾶν.
219 Η Ἤθους δὲ βάσανός ἐστιν ἀνθρώποις χρόνος.
220 Η γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν.
221 Η Ἡδύ γε σιωπᾶν λαλεῖν, μὴ πρέπει.
222 Η γὰρ σιωπὴ τοῖς σοφοῖσιν