1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ.


2 Κύριε  κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ,


ὅτι ἐπήρθη  μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.


3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
ἕνεκα τῶν ἐχθρῶν σου


τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.


4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
σελήνην καὶ ἀστέρας,  σὺ ἐθεμελίωσας. 

5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ,
 υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;


6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·


7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,


8 πρόβατα καὶ βόας πάσας,
ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,


9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,
τὰ διαπορευόμενα τρίβους θαλασσῶν.


10 κύριε  κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.