1 Ψαλμὸς τῷ Δαυιδ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει*.
2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν*,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με,
3 τὴν ψυχήν μου ἐπέστρεψεν.
ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου,
οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ·
ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων* με·
ἐλίπανας* ἐν ἐλαίῳ τὴν κεφαλήν μου,
καὶ τὸ ποτήριόν σου μεθύσκον* ὡς κράτιστον.
6 καὶ τὸ ἔλεός σου καταδιώξεταί* με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα* ἡμερῶν.