ψαλμός κβʹ (23) 1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. 3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. 6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα. 7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Modern Greek 1. <<Ψαλμος του Δαβιδ.>> Του Κυριου ειναι η γη και το πληρωμα αυτης· η οικουμενη και οι κατοικουντες εν αυτη. 2. Διοτι αυτος εθεμελιωσεν αυτην επι των θαλασσων, και εστερεωσεν αυτην επι των ποταμων. 3. Τις θελει αναβη εις το ορος του Κυριου; και τις θελει σταθη εν τω τοπω τω αγιω αυτου; 4. Ο αθωος τας χειρας και ο καθαρος την καρδιαν· οστις δεν εδωκεν εις ματαιοτητα την ψυχην αυτου και δεν ωμοσε μετα δολιοτητος. 5. Ουτος θελει λαβει ευλογιαν παρα Κυριου και δικαιοσυνην παρα του Θεου της σωτηριας αυτου. 6. Αυτη ειναι η γενεα των εκζητουντων αυτον, των ζητουντων το προσωπον σου, Θεε του Ιακωβ. Διαψαλμα. 7. Σηκωσατε, πυλαι, τας κεφαλας σας, και υψωθητε, θυραι αιωνιοι, και θελει εισελθει ο Βασιλευς της δοξης. 8. Τις ουτος ο Βασιλευς της δοξης; ο Κυριος ο κραταιος και δυνατος, ο Κυριος ο δυνατος εν πολεμω. 9. Σηκωσατε, πυλαι, τας κεφαλας σας, και υψωθητε, θυραι αιωνιοι, και θελει εισελθει ο Βασιλευς της δοξης. 10. Τις ειναι ουτος ο Βασιλευς της δοξης; ο Κυριος των δυναμεων· αυτος ειναι ο Βασιλευς της δοξης. Διαψαλμα.