1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Text of Mark Chapter 2 as represented in Westcott-Hort Some chapters may not yet be available.
Files available for download also from http://www.letsreadgreek.org/resources/audio/mark/
To find out more about the pronunciation scheme of 'Living Koiné,' (also called Restored Koinè or Imperial Koinè), go to Randall Buth's Biblical Languages Center site www.biblicalulpan.org. Read the pdf on the historical pronunciation of the Greek New Testament Appendix Gamma: Koine Pronunciation . There are also several pages explaining various pronunciation schemes on www.biblicalgreek.org. including a Guide to Greek Pronunciation Conventions.
Mark 2 in Living Koine Mark 1 Mark 3
Right Click to Download: sorenson_mark02.mp3 |
1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι' ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5 καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτω λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [οὕτως] διαλογίζονται ἐν ἑαυτοῖς λέγει [αὐτοῖς]· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ· Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· Ἐγείρου [καὶ] ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς - λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν [λέγοντας] ὅτι Οὕτως οὐδέποτε εἴδαμεν.
|
| The text of Westcott and Hort (1881) is the union of the text of Christian Classics Ethereal Library (with corrections), the text by Perseus with corrections by Charles Hill, and the parsing information of Maurice A. Robinson |
